Μνήμη τῶν πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας.
Ὑμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,
Τοῦ ζῆν με καὶ θνῄσκειν με τοὺς παραιτίους.
Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ τοῦ Ἀδάμ.
Βοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,
Ὦ πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.
Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ.
Σὴθ σπέρμα καινὸν τοῖς γονεύσιν ἀντ' Ἄβελ,
Ἄνθρωπος ὢν δίκαιος· οἷος ἦν Ἄβελ.
Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ.
Ὀφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,
Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.
Μνήμη τοῦ δικαίου Καϊνᾶν υἱοῦ, Ἐνώς.
Βίβλῳ Kαϊνᾶν Μωσέως γεγραμμένος,
Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.
Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν.
Ἑξῆς προκείσθω Μαλελεὴμ τῷ λόγῳ.
Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.
Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μελελεήλ.
Δίκαιον ὄντως ἐν δικαίων πληθύϊ,
Καὶ τοῦ δικαίου μνημονεύειν Ἰάρεδ.
Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ, Ἰάρεδ.
Θεῷ προδήλως εὐαρεστήσας λόγῳ,
Ἐνὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.
Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ.
Ἐνὼχ σε τέκνον ἐκμαθὼν Μαθουσάλα,
Ἔγραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.
Μνήμη τοῦ δικαίου Λάμεχ, υἱοῦ Μαθουσάλα.
Λάμεχ, δύο γνούς, δεῖν ἔγνων, τιμᾶν ἕνα,
Οὐ τὸν φονευτήν, ἀλλ' ὁμωνύμως Λάμεχ.
Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λάμεχ.
Ἀδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει·
Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.
Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε.
Σὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,
Τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.
Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε.
Μὴ θείς, Ἰάφεθ Πατρὸς αἰσχύνῃ πλάτος,
Βίου πλατυσμὸν εὐχαῖς Πατρὸς λαμβάνει.
Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ.
Zῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξὰδ λίπω,
Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.
Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ.
Καϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,
Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.
Μνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν.
Συμπατριωτῶν ὁρμαθῷ καὶ συμφύλων,
Ἡ συγγένεια συνδέει καὶ τὸν Σάλα.
Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ' οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.
Μέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἕβερ,
Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει.
Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ.
Πανηγυρίζω καὶ τὸν ἐξ Ἕβερ τόκον.
Ὡς Μωϋσῆς γὰρ φησι, τίκτει τὸν Φάλεκ.
Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ.
Πάλιν κύησις, καὶ πάλιν νέος τόκος,
Υἱὸν Ῥαγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.
Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ.
Γράφων παλαιῶν τοὺς ἐπ' ἀλλήλων τόκους,
Ἂν ἐκλάθωμαι τὸν Σερούχ, ἁμαρτάνω.
Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ.
Γένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,
Καὶ τὸν Ναχὼρ γνοὺς οὐ διϊστῶ τοῦ γένους.
Μνήμη τοῦ δικαίου Θάρρα, υἱοῦ Ναχώρ.
Υἱὸς προσελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,
Πατὴρ ὑπῆρξε πατρὸς Ἐθνῶν μυρίων.
Μνήμη τοῦ δικαίου Πατριάρχου,, Ἀβραάμ, υἱοῦ Θάρρα.
Τὸν Ἀβραὰμ πῶς δεξιώσομαι λόγοις,
Ὃς ἠξιώθη δεξιοῦσθαι καὶ Νόας;
Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ.
Δεθείς, Ἰσαάκ, εἰς σφαγήν, τύπος γίνῃ,
Ἐπὶ σφαγὴν ἥξοντος ὑψίστου Λόγου.
Μνήμη τοῦ Πατριάρχου Ἰακὼβ υἱοῦ Ἰσαάκ.
Διὰ κλίμακος Ἰακώβ, τῆς Παρθένου,
Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.
Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰακώβ.
Τῆς υἱότητος, Ἰακὼβ τοῦ τιμίου,
Ῥουβὶμ ἔγνων τὸν θεῖον, ἀρχὴν τιμίαν.
Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ.
Κἄν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,
Κλέος παρ' ἡμῖν οὐ τὸ δεύτερον φέρει.
Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἰακώβ.
Θεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,
Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;
Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.
Ἰούδαν αἰνέσουσιν οἱ σεσωσμένοι·
Ἐξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.
Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.
Ἀκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,
Γῆς καὶ θαλάττης εἰς ἓν ἄκρα συνδέων.
Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.
Στήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,
Ζωὴν συνιστᾷ, γῆθεν ἄρτον ἐκφέρων.
Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριτής.
Λαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίας
Ζυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.
Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.
Γὰδ πειρατευθείς, πειρατεύων ἐκτρέχει,
Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.
Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.
Ἀσὴρ δέ, φησί, πίονα πλουτεῖ στάχυν,
Τρέφει τε τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.
Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.
Ὡς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένον
Εἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.
Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.
Ηὐξημένον σε, σὸς Πατὴρ εἶναι λέγων,
Δόξαν φυλῆς σῆς, Ἰωσήφ, διαγράφει.
Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πραεῖα.
Φαγὼν τὸ πρωῒ Bενιαμίν, ὡς λύκος,
Πρᾶος φανεῖς, δίδωσι βρῶσιν ἑσπέρας.
Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου.
Κοινῶς ἐπαινῶ σπέρμα κοινὸν Ἰούδα
Φαρὲς Ζαρά τε, τοὺς διδύμους συγγόνους.
Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές.
Ἐκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ῥίζης κλάδος,
Ἄμφω δὲ ῥίζης Ἀβραὰμ θεῖοι κλάδοι.
Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ.
Γέγηθεν Ἐσρώμ, οὐ νοσῶν ἀτεκνίαν.
Ἀρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.
Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ.
Τὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος.
Τούτου γὰρ υἱὸν ἡ Γραφὴ τοῦτον λέγει.
Μνήμη Ναασών, υἱοῦ Ἀμιναδάβ.
Εἷς καὶ Ναασὼν τῆς, Ἰούδα φατρίας,
Ἐξ Ἀμιναδὰβ τῆς φυλῆς ἐξ, Ἰούδα.
Μνήμη Σαλμών, υἱοῦ Ναασών.
Ηὔξησε σειρὰν Ἀβραμιαίου γένους
Σαλμὼν προελθὼν τῆς Ναασὼν ὀσφύος.
Μνήμη Βοόζ, υἱοῦ Σαλμών.
Εὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,
Τίνα γράφεις σὺ; Τὸν Βοόζ, φησί, γράφω.
Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥοὺθ γεννηθέντος.
Ἐκ Ῥοὺθ μὲν Ὠβήδ, τὴν φυλὴν Μωαβίτης,
Ἐκ τοῦ Βοὸζ δὲ δῆλος, Ἰσραηλίτης.
Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ.
Ἰεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,
Ἕως ἀπ' αὐτοῦ Παῖς Θεὸς τεχθῇ μέγας.
Μνήμη Δαυΐδ Βασιλέως, υἱοῦ Ἰεσσαί.
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;
Μνήμη Σολομῶντος Βασιλέως, υἱοῦ Δαυΐδ.
Σοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,
Ἔχων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.
Μνήμη Ῥοβοὰμ Βασιλέως, υἱοῦ Σολομῶντος.
Ἐγκώμιόν σοι Ῥοβοάμ, πλέκω μέγα,
Σὸν πάππον εἶναι τὸν μέγαν Δαυῒδ λέγων.
Μνήμη Ἀβιὰ Βασιλέως, υἱοῦ Ῥοβοάμ.
Βοᾷ Ῥοβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων·
Ἐγὼ Πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.
Μνήμη Ἀσὰ Βασιλέως, υἱοῦ Ἀβιά.
Εὐθῆ τὸν Ἀσὰ μηνύει Βασιλέα,
Ἡ τετράτιτλος τῶν Βασιλειῶν βίβλος.
Μνήμη Ἰωσαφὰτ Βασιλέως, υἱοῦ Ἀσά.
Ἰωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳ
Εὑρὼν ἀφορμάς πατρόθεν χρηστοῦ βίου.
Μνήμη Ἰωρὰμ Βασιλέως, υἱοῦ Ἰωσαφάτ.
Ἰωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ·
Ὑιὸς Βασιλεύς, ἐκ πατρὸς Βασιλέως.
Μνήμη Ὀζίου Βασιλέως, υἱοῦ Ἰωράμ.
Ἀνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,
Ἄναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.
Μνήμη Ἰωάθαμ Βασιλέως, υἱοῦ Ὀζίου.
Τὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,
Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.
Μνήμη Ἄχαζ Βασιλέως, υἱοῦ Ἰωάθαμ.
Τὸ τῆς κεφαλῆς στέμμα Ἰωάθαμ,
Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.
Μνήμη Ἐζεκίου Βασιλέως, υἱοῦ Ἄχαζ.
Σοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας.
Τοσοῦτον ἰσχύουσι ῥεῖθρα δακρύων!
Μνήμη Μανασσῆ Βασιλέως, υἱοῦ Ἐζεκίου.
Σωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,
Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει.
Μνήμη Ἀμμὼν Βασιλέως, υἱοῦ Μανασσῆ.
Ἀμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,
'Ἦν καὶ Βασιλεύς, καὶ Βασιλείας τέκνον.
Μνήμη Ἰωσίου Βασιλέως, υἱοῦ Ἀμμών.
Ἰωσίας ἔναντι τοῦ Θεοῦ μέγας,
Ὃν γνοὺς ἐπαινεῖν, δειλιῶν μὴ σμικρύνω.
Μνήμη Ἰεχονίου Βασιλέως, υἱοῦ, Ἰωσίου.
Ἐν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,
Ἰεχονίαν ἐμπαροικῆσαι βίῳ.
Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου.
Πρῶτον μέτ' αὐτὴν τὴν μετοικίαν τέκνον
Τὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.
Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.
Nαβουζαρδὰν ἔκαυσε Ναὸν Κυρίου,
Οὗ καύσιν ἦρε κτίσματι Ζοροβάβελ.
Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ.
Ἀβιοὺδ ὅρπηξ, οὗ φυὴ Ζοροβάβελ.
Ὡς τὴν φυὴν οὖν, καὶ τὸν ὅρπηκα γράφω.
Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ.
Τὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,
Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.
Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ.
Ὁ θεῖος Ἀζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,
Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.
Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ.
Ἀζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει,
Ὃν συγγραφεὺς γνοὺς ἐκκαλύπτει τὸν τόκον.
Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ.
Τοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,
Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ βιβλίον.
Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ.
Τεχθεὶς ἀπ' Ἀχείμ, Ἐλιοὺδ ὤφθη τέκνον,
Ὀφθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.
Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ.
Ἰδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,
Ἐλεάζαρον τέκνον· εἰ βούλει, μάθε.
Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ.
Ἐλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,
Μαιευτρίας ἄκουε, Ματθαίου Βίβλου.
Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν.
Καὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίον
Τὸν Ἰακωβ γὰρ εἰσενεγκὼν εὑρέθη.
Μνήμη Ἰωσὴφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ.
Μνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,
Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.
Μνήμη τοῦ δικαίου Μελχισεδέκ.
Ἔχει Γραφὴ πατρὸς σε καὶ μητρὸς δίχα,
Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.
Μνήμη τοῦ δικαίου Ἰώβ.
Ὕψιστον εὑρὼν ἀξίως ἐπαινέτην,
Ἰὼβ ἐπαίνων οὐ δέῃ τῶν γηΐνων.
Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὤρ καὶ Ἀαρὼν τῶν Ἱερέων.
Σὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,
Ὑψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα.
Μνήμη Ἰησοῦ τοῦ Ναυῆ.
Ὑμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,
ᾯ συλλαλῶν ὑπῆρχε καὶ Θεὸς Λόγος;
Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.
Ὀφθαλμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,
Ὀφθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.
Μνήμη τοῦ Προφήτου Νάθαν.
Ἁμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,
Ἡμάρτομεν λέγουσι, συγγνώμην νέμοις.
Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ.
Καὶ θηρία φρίττουσιν ἀρετῆς φίλον.
Ἔργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.
Μνήμη τῶν Ἁγίων, τριῶν Παίδων.
Καὶ πῦρ, τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος.
Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.
Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.
Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·
Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.
Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.
Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,
Ἄριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.
Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.
Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,
Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.
Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός, Ἰακώβ.
Θεοὺς πατρῴους ἡ Ῥαχὴλ κλέπτει πόθῳ,
Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.
Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός, Ἰωσὴφ τοῦ παγκάλου.
Κάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,
Ἡ δ' Ἀσινὲθ μοι τὰς ὑφ' ἥλιον κόρας.
Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.
ᾌσωμεν , εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ,
Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.
Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.
Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,
Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.
Μνήμη τῆς δικαίας Ῥούθ.
Ἔθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,
Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.
Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.
Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,
Kαινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.
Μνήμη τῆς δικαίας Σωμανίτιδος τῆς ξενοδοχησάσης τὸν Ἐλισαῖον.
Ἐλισαῖος σοι κλεῖθρα νηδύος λύει,
ᾯ κλεῖθρα Σωμανῖτις ἤνοιξας δρόμου.
Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.
Ὃν πᾶς ἀνὴρ ἔφριττε, δεινὸν ὁπλίτην,
Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.
Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.
Ἔσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,
ᾍδου κυνὴν μέλλοντας ἐνδῦναι πάλαι.
Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.
Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,
Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.
Μνήμη τῆς δικαίας Σωσάννης.
Kανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,
Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.
Κατά την 18η του Δεκεμβρίου, αν τύχει ημέρα Κυριακή ειδάλλως αμέσως μετά απ' αυτή, «Μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο, ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων». Και αυτοί, είναι οι έξης:
Ααρών Προφήτης, Άβελ Δίκαιος, Αβιά Βασιλεύς, Αβιούδ Δίκαιος, Αβραάμ Πατριάρχης, Αδάμ...